Quiz

I mali del corpo e quelli dell’anima

Ὅμηρος μὲν ἐπιβλέψας τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις ἐξεφώνησεν ὡς οὐδέν ἐστιν

‘ὀιζυρώτερον ἀνδρός,
πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει’,

πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ· ἡμεῖς δ’ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον αὐτὸν αὑτῷ συγκρίνωμεν, εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες, οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ δι’ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ τύχην, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον, εἶτα πάθος αὐτῆς. οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον ᾖ τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον.
Ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῆς δ’ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν, ‘ἀλλ’ ἐμοῦ τοι τὸ ἐντός’ ἔφη ‘σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδ’ ὄψει’, δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην· λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τ’ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἀνοίξῃς ἔνδοθεν, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὤχραις φωρᾶται καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δ’ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτ’ ἐστι κακίω, προσαφαιρούμενα τὴν τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς αἰσθάνεται, τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, δι’ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον· ὁ δ’ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται.

2011 I anno