Quiz

Dialogo tra un filosofo greco e un saggio indiano

θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον “ἔκφερε” εἶπε “τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵν’ ἐπ’ αὐτοῦ διαλέγοιτο.” ὡς δὲ ἐκάθισεν “ἐρώτα,” ἔφη “ὅ τι βούλει, παρ’ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας.” ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν “ἡμεῖς” ἔφη “πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν.” ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ “θεοὺς” εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, “ὅτι” ἔφη “ἀγαθοί ἐσμεν ἄνθρωποι.” τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις. ἀναλαβὼν οὖν τὴν ἐρώτησιν “περὶ ψυχῆς δὲ” εἶπε “πῶς φρονεῖτε;” “ὥς γε” εἶπε “Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν.” “εἴποις ἂν οὖν,” ἔφη “καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθ’ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα;” ὁ δὲ Ἰνδὸς “Τροία μὲν ἀπώλετο” εἶπεν “ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπ’ αὐτῇ λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων;” “ἐγὼ” ἔφη “Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετ’ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾄδονται.” “πρὸς τοῦτον,” ἔφη “Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Εὔφορβον ἡγεῖτο.”

2012 I anno