Greek Economic Inscriptions

Laboratorio di Scienze dell'Antichità

GEI002

Wine law of Thasos II


I
γλεῦκος μηδὲ οἶνον το͂ καρπο͂ το͂ ἐπὶ τῆις ἀμπέ[λοις ὠν-]
ε͂σθαι πρὸ νεομηνίης Πλυντηριῶνος· ὃς δ᾿ ἂν πα[ραβὰς]
πρίηται, ὀφείλεν στατῆρα παρὰ στατῆρα, τὸ μὲν [ἥμυσυ]
τῆι πόλι, τὸ δ᾿ ἥμυσυ τῶι δικασαμένωι. δίκη δ᾿ ἔστω κα[τά-]
5περ τῶμ βιαίων. ὃς δ᾿ ἂν ἐμ πίθοις οἶνον πρίηται, τὴν ὠν-
ὴν κυρίην ἐ͂ναι, ἂν τὸς πίθος σημήνηται.
II
[. 24. αἱ δὲ]
θωιαὶ καὶ ἀνενγύαι ἔστων κατὰ ταὐτά· ἂν δὲ μηδὲς ἀπ[εγγυ-]
[ᾶ]ι, οἱ πρὸς τὴν ἤπειρον ἐπιτετραμμένοι δικασάσθων· ὅτ[ε]
δ᾿ ἂν νικήσωσι, τῆς πόλεως ἡ θωιὴ ἔστω πᾶσα· ἂν δὲ οἱ ἐπιτετ-
5ραμμένοι μὴ δικάσωνται πυθόμενοι, αὐτοὶ τὴν θωιὴν διπ-
λησίην ὀφελόντων· δικασάσθω δὲ ὁ βολόμενος κατὰ ταὐτά,
καὶ τῆς θωιῆς τὸ ἥμυσυ ἰσχέτω, καὶ τὴν δίκην οἱ δημιοργο-
ὶ δόντ<ων> κατὰ τῶν ἐπιτετραμμένων κα<τὰ> ταὐτά· μηδὲ πλοῖον Θά-
σιον ξενικὸν οἶνον ἐσαγέτω ἔσω Ἄθ<ω> καὶ Παχείης· εἰ δὲ μή,
10τὰς αὐτὰς θωιὰς ὀφελέτω ἅσπερ παρὰ τὸν οἶνον ὕδωρ παρα-
χέων, καὶ ὁ κυβερνήτης τὴν αὐτὴν θωιὴν ὀφελέτω· αἱ δὲ δίκ-
αι καὶ αἱ ἀπενγύαι ἔστων κατὰ ταὐτά· μηδὲ ἐξ ἀμφορέων μη-
δὲ ἐκ πιθάκνης μηδ᾿ ἐξ ψευδοπίθο κοτυλιζέτω μηδές. ὃς δ᾿ ἂ-
ν πωλῆι, δίκαι καὶ ἀπεγγύαι καὶ θωιαὶ ἔστων κατὰ ταὐτὰ κ-
15ατάπερ το͂ ὕδατος τῆς παραχύσιος. (vac. )