Greek Economic Inscriptions

Laboratorio di Scienze dell'Antichità

GEI003

Athenian regulations for Chalkis


ἔδοχσεν τε͂[ι β]ολε͂ι καὶ το͂ι δέμοι, Ἀντιοχὶς ἐ[πρυτ-]
άνευε, Δρακ[ον]τίδες ἐπεστάτε, Διόγνετος εἶπε·
κατὰ τάδε τὸν hόρκον ὀμόσαι Ἀθεναίον τ-
ὲν βολὲν καὶ τὸς δικαστάς· οὐκ ἐχσελο͂ Χα-
5λκιδέας ἐχ Χαλκίδος οὐδὲ τὲν πόλιν ἀνά-
στατον ποέσο οὐδὲ ἰδιότεν οὐδένα ἀτιμ-
όσο οὐδὲ φυγε͂ι ζεμιόσο οὐδὲ χσυλλέφσο-
μαι οὐδὲ ἀποκτενο͂ οὐδὲ χρέματα ἀφαιρέ-
σομαι ἀκρ̣ίτο οὐδενὸς ἄνευ το͂ δέμο το͂ Ἀθ-
10εναίον, οὐδ᾿ ἐπιφσεφιο͂ κατὰ ἀπροσκλέτο
οὔτε κατὰ το͂ κοινο͂ οὔτε κατὰ ἰδιότο οὐδ-
ὲ ἑνός, καὶ πρεσβείαν ἐλθο͂σαν προσάχσο
πρὸς βολὲν καὶ δε͂μον δέκα ἑμερο͂ν hόταν
πρυτανεύο κατὰ τὸ δυνατόν. ταῦτα δὲ ἐμπ̣ -
15[ε]δόσο Χαλκιδεῦσιν πειθομένοις το͂ι δέ-
[μ]οι το͂ι Ἀθεναίον. hορκο͂σαι δὲ πρεσβεία-
[ν] ἐλθο͂σαν ἐχ Χαλκίδος μετὰ το͂ν hορκοτο͂-
ν Ἀθεναίος καὶ ἀπογράφσαι τὸς ὀμόσαντ-
ας. hόπος δ᾿ ἂν [ὀ]μόσοσιν hάπαντες, ἐπιμελ-
20όσθον hοι στ[ρ]ατεγοί (vac. )
κατὰ τάδε Χαλκιδέας ὀμόσαι· οὐκ ἀπο[σ]τέ-
σομαι ἀπὸ το͂ [δ]έμο το͂ Ἀθεναίον οὔτε τέ[χ]ν-
ει οὔτε μεχανε͂ι οὐδεμιᾶι οὐδ᾿ ἔπει οὐδὲ
ἔργοι οὐδὲ το͂ι ἀφισταμένοι πείσομαι, κ-
25αὶ ἐὰν ἀφιστε͂ι τις κατερο͂ Ἀθεναίοισι, κ-
αὶ τὸν φόρον ὑποτελο͂ Ἀθεναίοισιν, hὸν
ἂν πείθο Ἀθεναίος, καὶ χσύμμαχος ἔσομα-
ι hοῖος ἂν δύνομαι ἄριστος καὶ δικαιότ
ατος καὶ το͂ι δέμοι Ἀθεναίον βοεθέσ-
30ο καὶ ἀμυνο͂, ἐάν τις ἀδικε͂ι τὸν δε͂μον τὸν
Ἀθεναίον, καὶ πείσομαι το͂ι δέμοι το͂ι Ἀθ-
εναίον. ὀμόσαι δὲ Χαλκιδέον τὸς hεβο͂ντ-
ας hάπαντας· hὸς δ᾿ ἂμ μὲ ὀμόσει, ἄτιμον αὐτ-
ὸν ἐ͂ναι καὶ τὰ χρέματα αὐτο͂ δεμόσια καὶ
35το͂ Διὸς το͂ Ὀλυμπίο τὸ ἐπιδέκατον hιερὸ-
ν ἔστο το͂ν χρεμάτον. hορκο͂σαι δὲ πρεσβε-
ίαν Ἀθεναίον ἐλθο͂σαν ἐς Χαλκίδα μετὰ τ-
ο͂ν hορκοτο͂ν το͂ν ἐν Χαλκίδι καὶ ἀπογράφ-
σαι τὸς ὀμόσαντας Χαλκιδέον. (vac. )
40Ἀντικλε͂ς εἶπε· ἀγαθε͂ι τύχει τε͂ι Ἀθεναί-
ον ποε͂σθαι τὸν hόρκον Ἀθεναίος καὶ Χαλ-
κιδέας, καθάπερ Ἐρετριεῦσι ἐφσεφίσατ-
ο Ηο δε͂μος hο Ἀθεναίον· hόπος δ᾿ ἂν τάχιστ-
α γίγνεται, ἐπιμελόσθον hοι στρατεγοί.
45hοίτινες δὲ ἐχσορκόσοσι ἀφικόμενοι ἐ-
ς Χαλκίδα, ἑλέσθαι τὸν δε͂μον πέντε ἄνδρ-
ας αὐτίκα μάλα. περὶ δὲ το͂ν hομέρον ἀποκ-
ρίνασθαι Χαλκιδεῦσιν, hότι νῦμ μὲν Ἀθε-
ναίοις δοκεῖ, ἐᾶν κατὰ τὰ ἐφσεφισμένα· h-
50όταν δὲ δοκε͂ι, βολευσάμενοι ποέσοσι τὲ-
ν διαλλα[γ]έν, καθότι ἂν δοκε͂ι ἐπιτέδ̣ειο-
ν ἐ͂ναι Ἀθεναίοις καὶ Χαλκιδεῦσιν. τὸς δ-
ὲ χσένος τὸς ἐν Χαλκίδι, hόσοι οἰκο͂ντες
μὲ τελο͂σιν Ἀθέναζε, καὶ εἴ τοι δέδοται h-
55υπὸ το͂ δέμο το͂ Ἀθεναίον ἀτέλεια, τὸς δὲ ἄ-
λλος τελε͂ν ἐς Χαλκίδα, καθάπερ hοι ἄλλο-
ι Χαλκιδέες. τὸ δὲ φσέφισμα τόδε καὶ τὸν
hόρκον ἀναγράφσαι Ἀθένεσι μὲν τὸν γρα-
μμ[α]τέα τε͂ς βολε͂ς ἐστέλει λιθίνει καὶ κ-
60αταθε͂ναι ἐς πόλιν τέλεσι τοῖς Χαλκιδέ-
ον, ἐν δὲ Χαλκίδι ἐν το͂ι hιερο͂ι το͂ Διὸς το͂
Ὀλυμπίο hε βολὲ Χαλκιδέον ἀναγράφσασ-
α καταθέτο. ταῦτα μὲν φσεφίσασθαι Χαλκ̣ -
ιδεῦσιν. (vac. ) τὰ δὲ hιερὰ τὰ ἐκ το͂ν χρεσμ-
65ο͂ν hυπὲρ Εὐβοίας θῦσαι ὁς τάχιστα μετὰ
hιεροκλέος τρε͂ς ἄνδρας, hὸς ἂν ἕλεται ḥ -
ε βολὲ σφο͂ν αὐτο͂ν· hόπος δ᾿ ἂν τάχιστα τυθ-
ε͂ι, hοι στρατεγοὶ συνεπιμελόσθον καὶ τ-
ὸ ἀργύριον ἐς ταῦτα [π]αρεχόντον (vac. )
70Ἀρχέστρατο[ς] εἶπε· τὰ μὲν ἄλλα καθάπερ Ἀ-
ντικλε͂ς· τὰς δὲ εὐθύνας Χαλκιδεῦσι κατ-
ὰ σφο͂ν αὐτο͂ν ἐ͂ναι ἐν Χαλκίδι καθάπερ Ἀθ-
ένεσιν Ἀθεναίοις πλὲν φυγε͂ς καὶ θανάτ-
ο καὶ ἀτιμίας· περὶ δὲ τούτον ἔφεσιν ἐ͂να-
75ι Ἀθεναζε ἐς τὲν ἑλιαίαν τὲν το͂ν θεσμοθ-
ετο͂ν κατὰ τὸ φσέφισμα το͂ δέμο· περὶ δὲ φυ-
λακε͂ς Εὐβοίας τὸς στρατηγὸς ἐπιμέλεσ-
θαι hος ἂν δύνονται ἄριστα, hόπος ἂν ἔχε-
ι hος βέλτιστα Ἀθεναίοις.
80hόρκος.