Greek Economic Inscriptions

Laboratorio di Scienze dell'Antichità

GEI019

Tablet from the archive of the Lokrian Olympieion


Πυρ. ἐπὶ Διογνήτω ἱαρομναμονεόντων Ψαθ. Δωριμάχω Ζωίλω,
Αστ. Μενάλκεος Γοργίδα, Στρ. Τίμων Τιμοκλέος, προβώλων
προαρχόντων Γαψ. Σάμωνος Σαμίππω, Τηλ. Καλλίστρατος
Θρασυμάχω, Πυρ. Ἀρκείδα Σωσίππω, προδικεόντων Λακ. <Ξ>εναινέτω
5Κλευθήρω, Κρα. Προξένω Σαθύωνος Γαγ. Εὐθύμω Εὐθυμίσκω, ἁ πόλις ἐχρ-
ήσατο πὰρ τῶ θεῶ βασιλεῖ ἐν τὰν συντέλε<ι>αν ἀπὸ τῶ ἀγυρθμῶ ἀργυρίω
ΤΤΤ ΣΣΣΣ ΛΛΛ , καὶ ἀπὸ τῶν τελέων πὰρ ταμιᾶν καὶ φατάρχων ΤΤ Σ
πυρῶν μεδίμνων ΗΗΗ ͱημικτέος τιμὰ τῶ μεδίμνω ΣΣΣ, παντὸς <>Τ Σ
κριθᾶν· μεδίμνων ΗΗΗ ͱημικτέος τιμὰ τῶ μεδίμνω Σ Λ <>, παντὸς
10 ΤΤΤΤ ΔΛΛΛ , (vac. ) ͱυγρῶν καρπῶν ΤΤΤΤ ΣΣΣΣ ͱιαρᾶν μίστωμα
κὰτ τὸ δόγμα , δωρεᾶν τᾶν ἐπίτηνα τῶ ͱάληκος ΤΤ. κεφ(άλωμα) τῶν ἁ πόλις
ὀφήλει τῶι θεῶι Πυρ. ἐπὶ Διογνήτω ΤΤ <ΣΣΣ> Λ (vac. )