Greek Economic Inscriptions

Laboratorio di Scienze dell'Antichità

GEI020

Business letter from Berezan


recto
Ὦ Πρωταγόρη, ὀ πατήρ τοι ἐπιστέλλε̄ ἀδικε͂ται
ὐπò Ματάσυος, δο̄λõται γάρ μιγ καὶ τõ
φορτηγεσίο̄ ἀπεστέρε̄σεν. ἐλθὼμ παρ᾿ Ἀναξαγόρην
ἀπήγησαι, φησὶ γὰρ αὐτòν Ἀναξαγόρεω
5δõλον ἐ͂ναι μυθεόμενος· Τἄμ᾿ Ἀνα<ξα>γόρης ἔχε̄, καὶ δο̄λο̄ς
καὶ δο̄λας κοἰκίας. ὀ δὲ ἀναβῶι τε
καὶ οὔ φησιν ἐ͂ναι οὐδὲν ἐωυτῶι τε καὶ Ματάσ<υι>
καί φησιν ἐ͂ναι, ἐλεόθερος καὶ οὐδὲν ἐ͂ναι ἐωυτ<ῶ>ι
καὶ Ματά<συι>. <Μα>τάσυ<ι> δὲ τί αὐτῶι κάναξαγόρη αὐτοὶ
10οἴδασι κατὰ σφᾶς αὐτο̄ς. ταῦτ᾿ Ἀναξαγόρη λέγε̄ν
καὶ τῆ γυναικί. ἔτερα δέ τοι ἐπιστέλλε̄. τὴμ μητέρα
καὶ το̄ς ἀδε<λ>φεὺς <o>ἴ ἐ͂σ{σ}ιν ἐν Ἀρβινάτηισιν ἄγε̄ν ἐς τὴμ πόλιν,
αὐτὸς δὲ Ε̣ὄ̣νεορος ἐλθὼμ παρὰ μινθύωρα καταβήσεται.
verso
Ἀχιλλοδώρο̄ τὸ μολί-
βδιον παρὰ τόμ παῖδα
κἀναξαγόρην